Τρίτη 17 Δεκεμβρίου 2019

ΟΤΑΝ Η ΑΙΡΕΣΗ ΔΙΕΥΚΟΛΥΝΕΤΑΙ ΑΠΟ ΣΙΩΠΩΝΤΕΣ ΕΠΙΣΚΟΠΟΥΣ (Οι Επίσκοποι και η Σύνοδος έχουν την εξουσία και αυτοί οφείλουν να εκδιώξουν τους αιρετικούς από το σώμα Της)



«Λόγος περὶ ψευδοπροφητῶν καὶ ψευδοδιδασκάλων
καὶ ἀθέων αἱρετικῶν…»

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


Συναντήσαμε στὴν διεύθυνση patrologia.ct.aegean.gr/PG_Migne, ἕνα συγκλονιστικὸ γιὰ τὴν ἐπικαιρότητά του, σημαντικότατο καὶ πολυσήμαντο κείμενο τοῦ ἱεροῦ Χρυσοστόμου. Διαβάζοντάς το, ἀντιλαμβανόμαστε ὅτι κάθε φορὰ ποὺ οἱ ποιμένες δὲν κατανοοῦν τὴν τεράστια ζημιὰ ποὺ ἐπιφέρουν στὶς ψυχὲς τῶν πιστῶν οἱ αἱρετικοὶ καὶ τοὺς ἀφήνουν ἀσύδοτους, ἢ τοὺς διευκολύνουν νὰ ἁλωνίζουν στὴν Ἐκκλησία, ἀκόμα χειρότερα, ὅταν κοινωνοῦν μὲ τοὺς αἱρετικοὺς καὶ συμπροσεύχονται μὲ αὐτοὺς παραβαίνοντας τοὺς Ἱεροὺς Κανόνες, τότε ἡ Ἐκκλησία, ἡ «κιβωτὸς σωτηρίας» θυμίζει πλοῖο, ποὺ οἱ ἴδιοι οἱ κυβερνῆτες του τὸ ἔχουν παραδώσει σὲ χέρια πειρατῶν.

Καὶ δυστυχῶς, κάποιοι σύγχρονοι Ἀρχιερεῖς ἀρνοῦνται τὸ ρόλο τοῦ φύλακα τῆς ποίμνης, ἀδιαφοροῦν γιὰ τὴν διαφύλαξη ἀνόθευτης τῆς Πίστεως· παραβλέπουν τὴν αἵρεση τοῦ Οἰκουμενισμοῦ· ἀρνοῦνται νὰ ἀντιπαλαίσουν «πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» (Ἐφεσ. 6, 10-17), γιατὶ αὐτὸς ὁ ἀγῶνας θέλει ἄσκηση, αὐταπάρνηση, θυσίες. Ἐπιλέγουν τὴν ἀφωνία καὶ τὸν συμβιβασμὸ μὲ ποικίλες δικαιολογίες. Γι’ αὐτὸ καὶ ἡ κακοδαιμονία στὰ πράγματα τῆς Ἐκκλησίας διαιωνίζεται.

Βέβαια, ἡ διαπίστωση αὐτὴ δὲν ἀμνηστεύει τὴν εὐθύνη ἡμῶν τῶν λαϊκῶν, ποὺ τοὺς ἀκολουθοῦμε.

Τὸ ἀπόσπασμα τοῦ κειμένου ποὺ παραθέτουμε δὲν ἔχει μεγάλες δυσκολίες κατανοήσεως. Γιὰ νὰ μὴν τὸ ἀδικήσουμε μεταφραστικά, τὸ παραθέτουμε, ὅπως ἐγράφη πρωτότυπα.



«Ἀλλ΄ ἐπεί τό προκείμενον ἐπανέλθωμεν· περί γάρ συντελείας ὁ λόγος, καί περί ψευδοπροφητῶν, καί ψευδοδιδασκάλων, καί περί ἀθέων αἱρετικῶν, χειμάῤῥων δίκην ἐπικλυσάντων πανταχοῦ, καί πλανώντων πολλούς. Καί πόθεν τοῦτο συμβέβηκεν; Δῆλον ὅτι ἐκ τῆς ἀγνωσίας καί ἀπειρίας τῶν προϊσταμένων· ὅπου γάρ ἀπειρία ποιμένων, ἐκεῖ προβάτων ἀπώλεια. Τί οὖν εἴπω πρῶτον;...

Πλήν πρός τό παρόν ἀναγκαῖόν ἐστι παραστῆσαι ἐκ τῶν ἁγίων Γραφῶν τούτους ὡς ἐχθρούς τοῦ Χριστοῦ, καί λύκους τῆς αὐτοῦ ποίμνης, πανταχοῦ ἐλαυνομένους, καί ἐκβαλλομένους τῶν Χριστοῦ προβάτων. Διό καί λύκοι δικαίως ἐκλήθησαν ὑπό τῶν προφητῶν, καί αὐτοῦ τοῦ Δεσπότου, καί τῶν μακαρίων ἀποστόλων· καί οὐ μόνον λύκοι, ἀλλά καί λοιμοί, καί ἀσεβεῖς, καί ἀντίδικοι, καί ἐχθροί, καί ἐπίβουλοι, καί βλάσφημοι, καί ὑποκριταί, καί κλέπται, καί λησταί, καί βδελυκτοί, καί ψευδοπροφῆται, καί ψευδοδιδάσκαλοι, καί ὁδηγοί τυφλοί, καί πλανῆται, καί πονηροί, καί ἀντίχριστοι, καί σκάνδαλα, καί υἱοί τοῦ πονηροῦ, καί ζιζάνια, καί ἄθεοι…

Ἀλλ’ ἐπί τό προκείμενον ἐπανέλθωμεν. Ἰωάννης λέγει· Καί νῦν ἀντίχριστοι πολλοί γεγόνασι… Ἀγαπητοί, μή παντί πνεύματι πιστεύετε, ἀλλά δοκιμάζετε τά πνεύματα εἰ ἀπό τοῦ Θεοῦ ἐστιν· ὅτι πολλοί ψευδοπροφῆται εἰς τόν κόσμον εἰσεληλύθασι. Καί πάλιν λέγει· Εἴ τις ἔρχεται πρός ὑμᾶς, καί ταύτην τήν διδαχήν οὐ φέρει μεθ’ ἑαυτοῦ, μή λαμβάνετε αὐτόν εἰς οἰκίαν, καί Χαίρειν· αὐτῷ μή λέγετε. Ὁ γάρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

Ἀκούσατε, πάντες οἱ τοῖς αἱρετικοῖς συνεσθίοντες, ὀδυνηράν ἀπόφασιν· ὅτι τοῦ Χριστοῦ ἐχθροί ἐστι. Οὐδέ γάρ ὁ τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων, δύναται τοῦ βασιλέως φίλος εἶναι· ἀλλ’ οὐδέ ζωῆς ἀξιοῦται, ἀλλά σύν τοῖς ἐχθροῖς ἀπολεῖται, καί τά χείρονα ὑπομένει.

Ἰούδας Ἰακώβου εἶπεν· Παρεισέδυσάν τινες ἄνθρωποι οἱ ἔκπαλαι προγεγραμμένοι εἰς τοῦτο τό κρῖμα, ἀσεβεῖς, τήν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καί τόν μόνον Δεσπότην καί Κύριον· Ἰησοῦν Χριστόν ἀρνούμενοι. Καί πάλιν λέγει· Ἐπ’ ἐσχάτων τῶν χρόνων ἔσονται ἐμπαῖκται, κατά τάς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσι οἱ ἀφόβως ἑαυτούς ποιμαίνοντες, νεφέλαι ἄνυδροι, παντί ἀνέμῳ περιφερόμεναι, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται. Ταῦτα καί πλείονα τούτων παραινεῖ ἡμᾶς Ἰούδας ὁ καλός.

Δεῦρο λοιπόν, Παῦλε, τό σκεῦος τῆς ἐκλογῆς, εἰπέ ἡμῖν καί αὐτός κατά τήν χάριν τήν δοθεῖσάν σοι παρά τοῦ Θεοῦ, εἰπέ ἡμῖν καί αὐτός κατά τήν χάριν τήν δοθεῖσάν σοι παρά τοῦ Θεοῦ, εἰπέ ἡμῖν περί τοῦ ἐνεστῶτος πονηροῦ αἰῶνος· φανέρωσον τοῦ κρυφίους λύκους θριάμβευσον καί στηλίτευσον τούς κλέπτας τῆς ἁγίας ποίμνης τοῦ Θεοῦ. Παῦλος εἶπεν· Οἶδα ὅτι εἰσελεύσονται μετά τήν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μή φειδόμενοι τοῦ ποιμνίου.

Ὁρᾷς πανταχοῦ τούς θεολόγους συμφωνοῦντας τῷ Διδασκάλῳ περί τῶν ἀθέων αἱρετικῶν, κύνας αὐτούς καί λύκους προσαγορεύοντας; καθώς καί ἀλλαχοῦ φησιν ὁ Παῦλος· Βλέπετε τούς κύνας, βλέπετε τούς κακούς ἐργάτας, βλέπετε τήν κατατομήν... Μή παραδέχεσθε αἱρετικόν ἄνθρωπον μετά μίαν καί δευτέραν νουθεσίαν· καί πάλιν, Διδαχαῖς ποικίλαις καί ξέναις μή παραφέρεσθε...

Καί μή θαυμάσῃς, ἐάν οἱ ποιμένες λύκοι γίνωνται. Πρός γάρ ἐπισκόπους καί πρεσβυτέρους διαλεγόμενος Παῦλος ὁ ἀπόστολος ἔλεγεν, ὅτι Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Ὥστε μηδείς πλανάτω ὑμᾶς, ἔχων ἔξωθεν σχῆμα ἀγγελικόν, καί ἔσωθεν διαβολικόν. Διά τοῦτο ὁ Ἰησοῦς ἔλεγεν· Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Κἀγώ δέ πάλιν τά ὅμοια ἐρῶ· βλέπετε μή τις ὑμᾶς πλανήσῃ, μήτε ἀπό τῶν ἔσωθεν, μήτε ἀπό τῶν ἔξωθεν, μή ἐπίσκοπος, μή πρεσβύτερος, μή διάκονος, μή ἀναγνώστης, ἤ τις ἐάν ᾖ λαλῶν διεστραμμένα· Οἵτινες ἔρχονται πρός ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· οἵτινες ἔχουσιν μόρφωσιν εὐσεβείας, τήν δέ δύναμιν αὐτῆς ἠρνημένοι. Ὑμεῖς δέ, ἀγαπητοί, μή πλανηθῆτε, ἀλλ’ ὡς παρελάβετε τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐν αὐτῷ περιπατεῖτε· καί ὁ Θεός τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.

Τίς ἕξει ἀπολογίαν ἀμελείας ἀκούων τὰς τοσαύτας παραγγελίας; Καὶ ἀλλαχοῦ πάλιν· Μὴ παραδέχεσθε αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν· καὶ Αἱρετικοὶ ἄνθρωποι προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι… Ἀκούσατε πάλιν οἱ τὰς ἀγάπας μετ΄ αὐτῶν ποιοῦντες· πῶς φύγητε ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐφ΄ ὑμᾶς, οἱ τούτοις συμμιαινόμενοι ἐν βρώσει, ἐν πόμασι; πῶς τολμᾶτε προσελθεῖν τοῖς θείοις μυστηρίοις καὶ φρικτοῖς τοῦ Χριστοῦ; Καὶ ὁ προφήτης Δαυΐδ (λέγει)· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια… Ἡσαΐας δὲ ὁ προφήτης, μᾶλλον δὲ ὁ Κύριος διὰ τοῦ προφήτου λέγει· ...Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος...

Ἀλλ' ἔτι μικρὸν ἐνδιατρίψωμεν τοῖς τοῦ προφήτου ρήμασι καὶ ἴδωμεν πῶς στηλιτεύει καὶ θριαμβεύει τὸν κεκρυμμένον αὐτοῖς δόλον καὶ λέγει· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία, καὶ τὰ ἑξῆς.

Ὅρα δὲ τὴν τοῦ προφήτου σύνεσιν, πῶς δημοσιεύει καὶ ἀποκαλύπτει θριαμβεύων τοὺς κακοδόξους, ἵνα μὴ ἡμεῖς πλανηθῶμεν. Ἀκούσατε, οἱ ὀρθόδοξοι, καὶ τοῖς αἱρετικοῖς μὴ συγκαταβαίνετε· ἀκούσατε, ποιμένες, καὶ φρίξατε καὶ μὴ σιγήσητε, ἀλλὰ κηρύξατε τὸν λόγον· μὴ δότε τόπον τῷ διαβόλῳ, μὴ δότε θήραν τοῖς λύκοις… Οὕτως οὖν ποιεῖτε καὶ ὑμεῖς, ποιμένες, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκαθάρτοις τοῦ σκότους· μᾶλλον δὲ καὶ ἐλέγχετε…

Καὶ ὁ φιλάνθρωπος Θεὸς …ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ πάντα ᾠκονόμησε πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν, καὶ πάντα ὑπέδειξε ποιῶν καὶ διδάσκων. Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικούς, ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε...

Ἀκούσατε οἱ προϊστάμενοι τῶν Ἐκκλησιῶν. Ὑμῖν γὰρ ὑπέδειξε τὸ καλόν, ἵνα ἐξακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ, προσέχοντες πανταχόθεν ἀκριβῶς καὶ τοὺς λύκους ἐκδιώκοντες καὶ τὴν ποίμνην φυλάττοντες. Μετὰ δὲ τούτους ...καὶ αἱ κατὰ καιροὺς γενόμεναι ἅγιαι σύνοδοι τούτους ἀμετανοήτως ἔχοντας ἐκριζώσαντες, τῇ ἀπωλείᾳ παρέδωκαν κατὰ τὸ γεγραμμένον, ὅτι Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος...

Ἀλλὰ πολὺ τὸ διάφορον ὁρῶ τῶν τότε ποιμένων παρὰ τῶν νῦν. Ἐκεῖνοι πολεμισταί, οὗτοι φυγάδες· ἐκεῖνοι βιβλίων καλλωπισταὶ καὶ δογμάτων, οὗτοι ἱματίων... Οὗτοι ὡς μισθωτοὶ ἀφιεῖσι τὰ πρόβατα, καὶ φεύγουσιν· ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τῶν προβάτων, μιμησάμενοι τὸν ποιμένα τὸν καλόν. Ὢ τῶν μακαρίων αὐτῶν ἀνδρῶν, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς· οὓς ἔφριξαν δαίμονες καὶ ἐτρόμαξαν αἱρετικοί· καὶ Ἐφράγη στόμα λαλούντων ἄδικα...

Εἶτα ἐάν τις ἀθέων αἱρετικῶν παραφρονῇ λαλῶν διεστραμμένα, ὁ ἀντιλέγων οὐδείς, ὁ πολεμῶν οὐδαμοῦ· πάντες πτωχοὶ τότε γίνονται, πάντες σιωπητικοί, πάντες φυγάδες. Ὢ τῆς κακῆς ρίζης πάντων τῶν κακῶν τῆς φιλαργυρίας!

...Τρυφῶντες, μεθύοντες καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν τὰς αἱρέσεις; Ἀλλ' οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεωριζόμενοι, ἐν χρυσῷ καὶ ἱματίοις ποικίλοις καλλωπιζόμενοι· πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χριστοῦ τοῦ δι' ἡμᾶς πτωχεύσαντος, τοῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις. Ὄντως πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς... Ὁ πλοῦτος ὑμῶν ἐπληθύνθη, καὶ ὁ λόγος ὑμῶν ἐξέλειπε· τὰ ἱμάτια ὑμῶν σητόβρωτα γεγόνασι· περὶ ὧν λόγον δώσετε τῷ ἀρχιποιμένι Χριστῷ...

Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· Βλέπετε μὴ ἀπολείψῃ πρόβατον ἐκ τῆς ποίμνης. Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι ἐὰν ἓν πρόβατον ἀπολείψῃ γενόμενον θηριάλωτον ἐξ ὑμετέρας ἀμελείας, πάντα τὸν βίον ὑμῶν κατέλυσεν· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ὑμῶν ἀπαιτήσει ὁ Κριτής.

Ἀνανήψατε οὖν λοιπὸν, κηρύξατε τὸν λόγον, ἀπορρίψατε πᾶσαν βιωτικὴν μέριμναν, βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε».



ΠΗΓΗ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.